Σάββατο 18 Ιουλίου 2015

ΗΧΟΣ ΒΑΡΥΣ ΣΑΒΒΑΤΟΝ

ΣΑΒΒΑΤΟ ΗΧΟΣ ΒΑΡΥΣ
ΣτιχηρΜαρτυρικ
χος βαρς
γιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἄγιοι Μάρτυρες. καὶ ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων, παρ' αὐτοῦ ἐκομίσασθε, ἀλλ' ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τὰς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.
Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Θεῷ, ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθ' ὧν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
τερα Προσμοια, Δεσποτικ
Οκ τι κωλυόμεθα
Σῶτερ μὴ καταισχύνῃς με, ὅταν ἔλθῃς κρῖναι κόσμον ἅπαντα, τὸν αἰσχύνης ἔργα ποιήσαντα.
μέτρητά σοi πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, ὁ Θεός μου οἴκτειρον καὶ σῶσόν με.
Νεκρσιμον
γιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
νάπαυσον τοὺς πίστει κεκοιμημένους, ἐν αὐλαῖς σου Δέσποτα, καὶ Βασιλείας σου ἀξίωσον.
Δξα... Κανν ... Θεοτοκον
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ Παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
πστιχα, Δεσποτικν
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.
Νεκρσιμα
Κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ' ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων, φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν αὐτὸν εἰς γῆν ἐξ ἦς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.
νάπαυσον Σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας· Κύριε δόξα σοι.
Δξα... Κανν ... Θεοτοκον
ρος θεῖον ἅγιον, εἶδέ σε ὁ Δανιήλ, καὶ Ἡσαΐας δὲ ὁ σοφός, Μητέρα Θεοῦ ἐκήρυξέ σε Σεμνή, Θεὸν ἐν σαρκὶ χωρήσασαν, τὸν Ἀδὰμ πλαστουργήσαντα, ὃν τὰ Χερουβείμ ἐτρόμαξαν σαρκούμενον, ὑμνοῦντα καὶ δοξάζοντα, ἀσιγήτῳ τρισαγίᾳ φωνῇ, ἀλλὰ τοῦτον αἴτησαι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μεττν α' Στιχολογαν
Καθσματα Μαρτυρικά. Ἦχος βαρς
Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν, καθοπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες, κραυγάζουσι τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δξα... Κανν ... Θεοτοκον
ς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
τερα Καθσματα, μεττν μωμον
Μαρτυρικν
γιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
Νεκρσιμον
θάνατός σου Κύριε, τοῖς νεκροῖς ζωὴν ἐξήνθησε· τὸν γὰρ ᾅδην ἐσκύλευσας, ἀνακαλύπτων τοὺς ἐν σκότει καθεύδοντας· διό σε Ζωοδότα, ὡς Θεὸν ἱκετεύομεν. Οὕς ἐξ ἡμῶν προσελάβου, μετὰ Δικαίων ἀνάπαυσον, ὅπως εὕρωσιν ἐν κρίσει, τὸ μέγα ἔλεος.
Δξα... Κανν ... Θεοτοκον
Χαῖρε ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου. Χαῖρε Παρθένε τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ. Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Κανν ες Μρτυρας, Ὁσους, Ἱερρχας, καες Κοιμηθντας, οὗ ἡ Ἀκροστιχς
Χοροὺς ἀνυμνῶ Ποιμένων καὶ Μαρτύρων, ἐγὼ ὁ Ἰωσὴφ
δα' Ἦχος βαρς
Ὁ Εἱρμὸς
Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτῳ, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Χορὸς Μαρτύρων ἀπλανῶν, πᾶσαν πλάνην νικήσας, τοῦ πολεμήτορος, χορεύει γηθόμενος, πρὸ προσώπου τοῦ Κτίσαντος.
Οἱ Ἱεράρχαι τοῦ Χριστοῦ, καὶ οἱ Ὅσιοι πάντες, ἀγωνισάμενοι, τρυφῆς ἠξιώθησαν, αἰωνίου ἐν χάριτι.
ῦσαι ἡμᾶς πάσης ὀργῆς, Προφητῶν καὶ Ὁσίων, καὶ Γυναικῶν ἱερῶν, Χριστὲ παρακλήσεσι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νεκρσιμον
διαπλάσας με ἐκ γῆς, καὶ εἰς γῆν πάλιν Λόγε, καθυποστρέφειν με, κελεύσας ἀνάπαυσον, οὓς ἐν πίστει μετέστησας.
Θεοτοκον
περαγία ἡ Θεόν, ὑπεράγιον Λόγον, ἀποκυήσασα, ἁγίασον ἅπαντας, τοὺς πίστει σε δοξάζοντας.
τερος, ες Κοιμηθντας, οὗ ἡ Ἀκροστιχς
Κανὼν τὸν αὐτὸν ἕβδομος σκοπὸν φέρων
Ὁ Εἱρμὸς
Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.
Κόσμος ὡραϊσμένος, τῶν ἀρετῶν ταῖς ἰδέαις, καὶ θεῖον ἀνάθημα, τοῖς διαφόροις κάλλεσι, λάμπον ταῖς θεοσημείαις, Μάρτυρες Χριστῷ, τῷ Θεῷ προσηνέχθητε.
Αἴγλης τῆς ἀπροσίτου, καὶ τρισηλίου λαμπάδος, τυχεῖν καταξίωσον, τοὺς μεταστάντας δούλους σου, ἔνθα ἀπέδρα ὀδύνη, λύπη στεναγμός, πολυέλεε Κύριε.
Νεκρώσει Ζωοδότα, κατακριθεῖσαν τὴν φύσιν, ζωὴ ἐνυπόστατος, ὑπάρχων Χριστὲ ἥγειρας· ὅθεν ὡς μόνος οἰκτίρμων, πίστει τοὺς πρὸς σέ, μεταστάντας ἀνάπαυσον.
Θεοτοκον
ρθωσας Παναγία, τὴν τῆς προμήτορος πτῶσιν, τεκοῦσα τὸν Κύριον, τὸν ταύτην ἀναστήσαντα, Λόγον τὸν ἐν τοῖς μνημείοις, πνέοντα ζωήν, ἐξουσίᾳ Θεότητος.
δγ'
Ὁ Εἱρμὸς
Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὃν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν.
Συντριβόμενοι λίθοις, καὶ βόθροις ὁμιλοῦντες, συνετρίψατε πᾶσαν, τοῦ πλάνου δυναστείαν, καὶ ἄθραυστοι τὸν νοῦν, ἐμείνατε Ἅγιοι.
Αἴγλῃ θείων δογμάτων, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν, οἱ σοφοὶ Ἱεράρχαι, πιστοὺς φωταγωγοῦντες, αἱρέσεων ἀχλύν, πᾶσαν διεσκέδασαν.
Νεκρωθέντες τῷ κόσμῳ, οἱ Ὅσιοί σου Λόγε, ὑπερκόσμιον ὄντως, ζωὴν κληρονομοῦσι, δι' ὧν ἡμᾶς Χριστέ, ἅπαντας οἰκτείρησον.
Νεκρσιμον
πὲρ τῶν μεταστάντων, ἐν πίστει καὶ ἐλπίδι, ἱκετεύομεν πάντες, τὸν ἀγαθὸν Δεσπότην, τοῦ φείσασθαι αὐτῶν, ἐν ᾥρᾳ τῆς κρίσεως.
Θεοτοκον
Μὴ κενώσας τοὺς κόλπους, τοὺς Πατρικοὺς ὁ Λόγος, σοῖς ἐν κόλποις ὡς βρέφος, κρατούμενος ὡράθη ἀρχὴν ἐκ σοῦ λαβών, Ἄχραντε ὁ ἄναρχος.
τερος, ες Κοιμηθντας
Ὁ Εἱρμὸς
κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Νεανικὴν καὶ σταθηράν, τὴν καρτερίαν ἀνδρείως, οἱ Μαρτύρων ἔδειξαν χοροί· τῶν γὰρ αἰκισμῶν τὴν ῥύμην ἤνεγκαν, καὶ τῶν βασάνων τὰς πληγάς, τῆς ἀκηράτου σου δόξης, Σῶτερ ἐφιέμενοι καὶ τέρψεως.
Τῆς αἰωνίου σου ζωῆς, τῶν ἐπ' ἐλπίδι θανέντων, Ἐλεῆμον πρόσδεξαι ψυχάς, καὶ τῶν ὀρεκτῶν καὶ θείων εὔσπλαγχνε, κόλπων τοῦ θείου Ἀβραάμ, ἔνδον σκηνώσας Λαζάρῳ καὶ τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.
καταβὰς ἐξ οὐρανοῦ, ἐπὶ τὸ σῶσαι τὸ γένος, τῶν ἀνθρώπων εὔσπλαγχνε Σωτήρ, ἀΰλου φωτὸς καὶ θείας δόξης σου, κατατρυφῆσαι καὶ χαρᾶς, τοὺς εὐσεβῶς μεταστάντας, τῇ σῇ εὐσπλαγχνίᾳ καταξίωσον.
Θεοτοκον
Νόμοι τῆς φύσεως ἐν σοί, τὸν ἀπερίληπτον Λόγον, συλλαβούσῃ λέλυνται Ἁγνή, καὶ νόμος ἡμῖν ὁ θεῖος δέδοται, πᾶσι τὴν ἄφεσιν διδούς, ἀπεγνωσμένοις πταισμάτων, χάριτι τῆς θείας ἀγαθότητος.
δδ'
Ὁ Εἱρμὸς
Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε.
Νευρούμενοι τῇ πρὸς Κύριον στοργῇ, οἱ Μάρτυρες, ἐξενεύρισαν ἐχθροῦ τὴν δύναμιν∙ ὅθεν μακαρίζονται.
ς θρέμματα τοῦ Ποιμένος καὶ Ἀμνοῦ, μακάριοι, Ἱεράρχαι λογικῆς προέστητε, ποίμνης θείᾳ χάριτι.
Πολύφωτοι ὡς ἀστέρες ἀρετῶν, λαμπρότητι, κατηυγάσατε πιστῶν πληρώματα, Ὅσιοι Πατέρες ἡμῶν.
μήγυρις στερροτάτων Γυναικῶν, καὶ σύλλογος, τῶν ἁγίων Προφητῶν τετύχηκε, τῶν ἐν οὐρανοῖς ἀγαθῶν.
Θεοτοκον
κέτευε ὃν ἐκύησας Θεόν, Πανύμνητε, πειρασμῶν παντοδαπῶν καὶ θλίψεων, ῥύσασθαι τὴν ποίμνην σου.
τερος, ες Κοιμηθντας
Ὁ Εἱρμὸς
Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα, τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.
θλητικοὺς πόνους καρτερῶς, ἐπιδειξάμενοι Χριστὲ οἱ Μάρτυρες, τοὺς στεφάνους ἀνεδήσαντο, τῆς δικαιοσύνης σου, καὶ ἐδόξασάν σου τὴν δύναμιν.
περφυοῦς δόξης σου Χριστέ, τοὺς μεταστάντας εὐσεβῶς ἀξίωσον, ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, μετὰ τῶν Ἀγγέλων σου, ὡς Οἰκτίρμων καὶ πολυέλεος.
Τρισσοφαοῦς αἴγλης ἀγαθέ, καὶ ἑνιαίας ἀστραπῇ Θεότητος, ἀπολαῦσαι καταξίωσον, τοὺς προεκδημήσαντας, καὶ δοξάζοντάς σε Φιλάνθρωπε.
Θεοτοκον
Πατρικοὺς κόλπους μὴ λιπών, παρθενικοῖς κόλποις ὁ Χριστὸς αὐλίζεται, καὶ θανάτου ἐλυτρώσατο, τοὺς σὲ μακαρίζοντας, Θεομῆτορ μόνη πανύμνητε.
δε'
Ὁ Εἱρμὸς
ρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου Φιλάνθρωπε.
Μωλώπων σαρκὸς κατεφρονήσατε, στερροὶ Ἀθληταὶ καὶ τοὺς μώλωπας πάντων, ἰᾶσθε καὶ τὰ τραύματα, τῶν προσερχομένων ὑμῖν.
λάβετε λύειν καὶ δεσμεῖν ἐπὶ γῆς, τὴν ἐξουσίαν, Ἱεράρχαι τοῦ Χριστοῦ· διὸ τὰ τῶν κακῶν ἡμῶν, ἀεὶ φορτία λύσατε.
Νοῒ καθαρῷ τῷ Θεῷ ἑνούμενοι, χοροὶ Ἀσκητῶν, Προφητῶν καὶ Δικαίων καὶ Γυναικῶν, χορεύουσι, χορείαν ἀκατάλυτον.
Νεκρσιμον
ς μόνος ὑπάρχων πολυέλεος, τοὺς πίστει Χριστέ, μεταστάντας τοῦ βίου, τοῦ Παραδείσου ποίησον, Φιλάνθρωπε οἰκήτορας.
Θεοτοκον
Νυμφὼν ἀκατάλυτος ὀφθεῖσα Θεοῦ, δυσώπει αὐτόν, Παναγία Παρθένε, τοῦ νυμφῶνος οἰκήτορα, τοῦ νοητοῦ γενέσθαι με.
τερος ες Κοιμηθντας
Ὁ Εἱρμὸς
Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τὰς ὁδούς μου εὔθυνον δέομαι.
Νέκρωσιν ζωηφόρον, διὰ τῶν βασάνων ἐξυφανθεῖσαν, πανεύφημοι Μάρτυρες, περιβεβλημένοι φαιδρῶς, ταῖς ψυχαῖς τῶν προκοιμηθέντων, τὴν θείαν αἰτήσασθε ἄνεσιν.
κ τῶν ἀδαπανήτων, θησαυρῶν προχέων τὴν εὐσπλαγχνίαν, ψυχὰς ἃς μετέστησας, σὺν τοῖς πρωτοτόκοις σου, ἐν σκηναῖς ταῖς ἀκαταλύτοις, εὐδόκησον Σῶτερ αὐλίζεσθε.
Βάρος ἀποθεμένους, καὶ δεσμῶν λυθέντας νῦν πρὸς τὴν ἄνω, ζωὴν τοὺς οἰκέτας σου, μεταβεβηκότας Χριστέ, ἐντρυφᾷν ταῖς τῶν σῶν Ἁγίων, λαμπρότησι Σῶτερ εὐδόκησον.
Θεοτοκον
Δέσποινα Θεομῆτορ, τῶν ἐμῶν πταισμάτων λύσιν παράσχου, καὶ δός μοι συγχώρησιν, τῶν πλημμελημάτων μου, ἡ ζωὴν τῷ κόσμῳ τεκοῦσα Πανάμωμε τὴν ἐνυπόστατον.
Ερμς
δὴ ς'
Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν∙ Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.
Καθείλετε τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, ὑψούμενοι πρὸς Θεὸν ἐν τοῖς ἄθλοις, πανένδοξοι ὁπλῖται, οἰκήτορες οὐρανῶν χρηματίζοντες.
Αἱρέσεων τὸν χειμῶνα σοβοῦντες, οἱ τοῦ Χριστοῦ ἀληθεῖς Ἱεράρχαι, πρὸς ἔαρ ἀληθείας, τὴν πληθὺν τῶν εὐσεβῶν μετεβίβασαν.
σχύϊ σου τῶν Ὁσίων τὰ πλήθη, καὶ Προφητῶν καὶ Γυναίων ἁγίων, Χριστὲ δικαιωθέντα, τοῦ ἀδύτου φωτισμοῦ ἀπολαύουσι.
Νεκρσιμον
Μετέστησας τῶν προσκαίρων Οἰκτίρμον, τοὺς δούλους σου, ἀλλ' αὐτοὺς αἰωνίου, μετασχεῖν εὐφροσύνης, καὶ ζωῆς ἀληθινῆς καταξίωσον.
Θεοτοκον
γίασον, Παναγία Παρθένε, τοὺς δούλους σου, τὸν πανάγιον Λόγον σαρκὶ ἀποτεκοῦσα, ὃν ὑμνεῖ πᾶσα πνοὴ ἁγιάζουσα.
τερος, ες Κοιμηθντας
Ὁ Εἱρμὸς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι∙ Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
χορὸς τῶν Μαρτύρων, τὰς δυσφορωτάτας ὀδύνας, στερρῶς καρτερήσαντες, τὰς ἀπόνους, καὶ ἀνωδύνους τρυφὰς ἐκαρπώσαντο, τῆς δικαιοσύνης τοὺς στεφάνους, ἐκ τῆς ζωηφόρου δεξιᾶς δεξάμενοι.
Μετὰ τῶν Δικαίων, ἔνθα τῶν Ἀγγέλων χορεῖαι, καὶ ὅπου λαμπρότητες τῶν Ἁγίων, καὶ αἰωνίου ζωῆς ἀπόλαυσις, τοὺς προκοιμηθέντας σου οἰκέτας, τάξον ἐλεῆμον ὡς Θεὸς ἀθάνατος.
Θεοτοκον
βουλήσει θείᾳ, δημιουργικῇ τε δυνάμει, τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων, ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθε, καὶ τοὺς ἐν τῷ σκότει τοῦ θανάτου, πάντας ὡς Θεός, ἐκ φθορᾶς ἀφήρπασε.
δζ'
Ὁ Εἱρμὸς
τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.
οαῖς αἱμάτων οἱ Ἀθλοφόροι, τῆς ἀσεβείας ἔσβεσαν φλόγα.
Τοὺς Ἱεράρχας φωστῆρας κόσμου, γεγενημένους ἀνευφημοῦμεν.
μνοις τιμάσθω τῶν Προφητῶν τε, καὶ τῶν Ὁσίων ἅγιος δῆμος.
Νεκρσιμον
ῦσαι γεέννης οὓς προσελάβου, πιστούς σου δούλους Χριστὲ οἰκτίρμον.
Θεοτοκον
ς τῶν Ἀγγέλων τιμιωτέραν, τὴν Θεοτόκον ὑμνολογοῦμεν.
τερος, ες Κοιμηθντας
Ὁ Εἱρμὸς
Οἱ ἐν καμίνῳ τοῦ πυρός, ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας οὕτω βοῶντες∙ Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Στεφηφοροῦντες οἱ χοροί, τῶν Μαρτύρων τὸν Βασιλέα, Χριστὸν τρανῶς περιέπουσι, νοητῶς σὺν Ἀγγέλων χοροστασίαις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Σὺ τοῦ θανάτου καὶ ζωῆς, ἐξουσίαν ἔχων Οἰκτίρμον, τρυφῆς ἐνθέου ἀξίωσον, τοὺς ἐν πίστει σοὺς δούλους, προκοιμηθέντας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Καταλαμπρύνας τῷ φωτί, τὰς ἀΰλους φωτοχυσίας, ψυχὰς ἃς αὐτὸς μετέστησας, ἐν σκηναῖς αἰωνίοις κατασκηνώσαις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκον
πρὶν ἀμήτωρ ἐκ Πατρός, νῦν ἀπάτωρ ἐκ σοῦ Παρθένε, Χριστὸς ἀφράστως γεγέννηται, δι' ἡμᾶς τοὺς ἀνθρώπους, ἑκὼν πτωχεύσας. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.
δη'
Ὁ Εἱρμὸς
Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν∙ Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Ναοὺς εἰδωλικοὺς κατεστρέψατε, Πανεύφημοι, καὶ οἴκους ἐδείμασθε, ἑαυτοὺς τοῦ Πνεύματος, Ἀθλοφόροι ἀνδρείως, τὸν δρόμον τελέσαντες.
φάνητε ὡς κρίνα ἡδύπνοα, Ἱεράρχαι ψυχὰς ἐπιγνώσεσι, πιστῶν κατευφραίνοντες, εὐσεβείας, ἀξίως∙ διὸ μακαρίζεσθε.
Γῆς πάσης παρεπίδημοι Ὅσιοι, ὡς οἱ τοῦ Θεοῦ Προφῆται γεγόνατε, τὴν ἄνω σκοπούμενοι, κληρουχίαν καὶ δόξαν, τὴν πάντοτε μένουσαν.
Νεκρσιμον
ς ζώντων καὶ νεκρῶν Λόγε Κύριος, τοὺς πίστει κοιμηθέντας οἰκέτας σου, χοροῖς συναρίθμησον, σῳζομένων ἁπάντων, ὡς μόνος φιλάνθρωπος.
Θεοτοκον
τῶν Γυναίων ἁπάντων κατάλογος, ὁ ἀσκήσει καὶ ἀθλήσει Πανάμωμε, ζητήσας τὸν Κύριον, λιτανεύει ἀπαύστως, τὸ θεῖον σου πρόσωπον.
τερος, ες Κοιμηθντας
Ὁ Εἱρμὸς
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πρὸς τὴν οὐράνιον ἀτενίζοντες δόξαν, τῆς ἐπιγείου κατεφρόνησαν δόξης, οἱ Μάρτυρες τῆς Χριστοῦ παρουσίας, ὑμνοῦντες εὐσεβῶς, αὐτὸν ὡς Βασιλέα, εἰς πάντας τοὺς αἰῶνας.
τὴν ἐπίγειον καταλύσας οἰκίαν, τῶν ἐπ' ἐλπίδι εἰς ζωὴν μεταστάντων, οὐράνιον κατοικίαν παράσχου, Δικαίων ἐν σκηναῖς, τούτους ἐπαναπαύων, εἰς πάντας τούς αἰῶνας.
Νεκροῖς ἀνάπαυσιν, ὡς Θεὸς ὁ παρέχων, σὺ πότισον τῆς τρυφῆς τὸν χειμάρρουν, ὁ τὴν πηγὴν τῆς ζωῆς κεκτημένος, ὡς μόνος ἀγαθός, τοὺς προκεκοιμημένους, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκον
Φῶς τὸ ἀπρόσιτον, Θεοτόκε Παρθένε, ἐν τῇ γαστρί σου δεξαμένη ἀφράστως, ἐφώτισας τοὺς ἐν σκότει τοῦ βίου, δοξάζειν εὐσεβῶς, Χριστὸν τὸν προελθόντα, ἐκ σοῦ ἀνερμηνεύτως.
δθ'
Ὁ Εἱρμὸς
Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν.
ερωτάτων Μαρτύρων, καὶ Προφητῶν καὶ Δικαίων, τῶν ἀπ' αἰῶνος καλῶς βεβιωκότων, ταῖς ἱκεσίαις Χριστέ, τὰς ψυχὰς ἡμῶν ἐλέησον.
ς λειτουργοὶ τοῦ Δεσπότου, Ἱερομύσται δειχθέντες, συνήφθητε Λειτουργοῖς ἐπουρανίοις, μεθ' ὧν τὰς ὑπὲρ ἡμῶν, ἱκεσίας προσαγάγετε.
Σὺν Γυναιξὶ μακαρίως, τελειωσάσαις τὸν δρόμον, τιμήσωμεν Ἀσκητῶν χοροὺς ἁγίους, τοῖς τούτων ἁγιασμοῖς, ὅπως τύχωμεν ἐντεύξεως.
Νεκρσιμον
ς ἠξιώθησαν δόξης, αἱ τῶν Ἁγίων ἁπάντων, χοροστασίαι Χριστὲ τοὺς μεταστάντας, ἀξίωσον μετασχεῖν, ὀρθοδόξως σοι λατρεύσαντας.
Θεοτοκον
Φιλαμαρτήμων ὑπάρχων, τὸ δικαστήριον τρέμω, τὸ φοβερὸν τοῦ ἐκ σοῦ Ἁγνὴ τεχθέντος, ἐν ᾧ με ὡς Ἀγαθή, ἀκατάκριτον συντήρησον.
τερος, ες Κοιμηθντας
Ὁ Εἱρμὸς
Μήτηρ Θεοῦ, καὶ Παρθένος τίκτουσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως ∙ ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσάν σε Ἁγνὴ μεγαλύνομεν.
πιφανῶς, οἱ γενναῖοι Μάρτυρες, καταλαμπρύνουσι κόσμον, οἱ τὴς πίστεως στῦλοι, Ἐκκλησιῶν οἱ ἀρραγέστατοι πύργοι, καὶ πρόβολοι τῆς εὐσεβείας, τούτους, ἐπαξίως εὐσεβῶς μακαρίζομεν.
ῦσαι πυρός, τῆς γεέννης Δέσποτα, τοὺς ἐξ ἡμῶν μεταστάντας, τῆς πλευρᾶς σου τῇ λόγχῃ, τῆς ἁμαρτίας τὸ χειρόγραφον, τούτων ὡς μόνος φιλάνθρωπος ῥήξας, καὶ τῆς τῶν Ἁγίων ἀξιῶν λαμπρότητος.
ς ἀγαθός, καὶ φιλάνθρωπος φύσει, ὡς συμπαθὴς καὶ οἰκτίρμων, ὡς ζωῆς ἀθανάτου,ὢν θησαυρὸς ὁ ἀδαπάνητος, Σῶτερ τοὺς πίστει προκεκοιμημένους, τῆς ἀκαταλήπτου σου τρυφῆς καταξίωσον.
Θεοτοκον
Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῇ σῇ γεννήσει παρῆλθον∙ καὶ γὰρ πλήρωμα νόμου, καὶ Προφητῶν ὁ Χριστὸς γέγονεν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ὑμνοῦντες, σὲ τὴν Ἀειπάρθενον Ἁγνὴν μακαρίζομεν.
ΣτιχηρΜαρτυρικὰ Ἦχος βαρς
ν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι.
Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες∙ Κύριε δόξα σοι.
ν πνέοντες, πρὸς ἓν βλέποντες οἱ Ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυρούς, τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον∙ Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι. ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.
Τὴν μνήμην τῶν ἁγίων σου Ἀθλοφόρων, ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν, Κύριε δόξα σοι.
Νεκρσιμον
ν χώρᾳ τῶν Δικαίων σου ἐλεῆμον, τοὺς ἐν πίστει σοι μεταστάντας, ἐκ τῶν προσκαίρων, τάξον φιλάνθρωπε.
Δξα... Κανν ... Θεοτοκον
κέτευε Παρθένε, σὺν Ἀποστόλοις καὶ τοῖς Μάρτυσιν, εὑρεῖν ἐν κρίσει τοὺς μεταστάντας, τὸ μέγα ἔλεος.
πστιχα τν Ανων, Νεκρσιμα
Ποημα τοκυροΘεοφνους
Καταφρονσαντες πάντων
Νενεκρωμένος ὡράθης, ἐπὶ Σταυροῦ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρούμενος, ἀλλ' ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον.
Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς σῆς ὡραιότητος, καὶ ταῖς τοῦ θείου σου φωτὸς ἀκτῖσιν, ἐλλάμπεσθαι τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας, περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον.
ς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸς ἀνελλιπής, πλουσίας χρηστότητος, τοὺς πρὸς σὲ μεταστάντας, ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν παρθένων νυμφῶνι ὡς Εὔσπλαγχνος.
Δξα... Κανν ... Θεοτοκον
Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον∙ οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις, ἀλλ' ἡμᾶς ὁ Χριστὸς νῦν, σταυρωθεὶς ἐδικαίωσεν. Ὡς οὖν ἔχουσα παρρησίαν, Παρθένε ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἀναπαῦσαι, τῶν εὐσεβῶς μεταστάντων δεόμεθα.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
ραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Τελέσαντες τὸν καλὸν ἀγῶνα, καὶ τὴν πίστιν τηρήσαντες, στεφάνους ἀφθαρσίας παρὰ Θεοῦ, ἐδέξασθε καὶ δόξης, καταξιοῦσθε τῆς αὐτοῦ, Μάρτυρες πανεύφημοι, τῶν Ἀγγέλων σύσκηνοι.
ερουργῶν καὶ Ὁσίων δῆμοι, Προφητῶν καὶ σεπτῶν Γυναικῶν, κατάλογος τιμάσθω ὁ ἱερός, σκηναῖς τῶν πρωτοτόκων, νῦν κατοικοῦντες ἐν χαρᾷ, καὶ συναγελάζοντες, Ἀσωμάτων τάξεσι.
Νεκρσιμον
Κατάταξον ἐν σκηναῖς Δικαίων, ἐξ ἡμῶν οὓς μετέστησας, τὰ τούτων παραβλέψας Λόγε Θεοῦ, ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα ἐπὶ γῆς, ψυχικὰ ἐγκλήματα, διὰ μέγα ἔλεος.
Δξα...
κέται σοι, ὦ Τριὰς ἁγία, οἱ θανέντες προσέρχονται, ῥυσθῆναι ἐξαιτοῦντες ἐκ φλογός, τῆς φοβερᾶς ἐκείνης, καὶ τυχεῖν τῶν ἀγαθῶν, δόξης τῆς ἁγίας σου, ἐν ἡμέρᾳ κρίσεως.
Κανν ... Θεοτοκον
σκήνωσεν ἐν τῇ σῇ νηδύϊ, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, καὶ τοὺς καθυπαχθέντας τοῦ ἐχθροῦ, κακίστῃ συμβουλίᾳ, καὶ ἐμπεσόντας εἰς φθοράν, Παναγία Ἄχραντε, πάλιν ἀνεκαίνισε.

ΗΧΟΣ ΒΑΡΥΣ ΠΑΡΑΣΚΕΥΗ

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ ΒΑΡΥΣ
ΣτιχηρΠροσμοια Σταυρσιμα
χος βαρς
Οκ τι κωλυμεθα ξύλου
να Θεὸν τὸν ἄνθρωπον ἀπεργάσῃ, βροτὸς γέγονας Ὑπεράγαθε, καὶ σταυροῦσαι, δόξα τῇ δόξῃ σου.
τε Σταυρῷ σε δῆμος Ἑβραίων, Λόγε, κατεδίκασε, γῆ ἐσείετο, καὶ ἡλίου σέλας ἐκρύπτετο.
ἥλιος ἐσκότασεν Ἐλεῆμον, σταυρουμένου σου, καὶ ἡ κτίσις συνεκλονεῖτο, κράζουσα∙ Δόξα σοι.
τερα, τς Θεοτκου
Σμερον γρηγορεῖ ὁ Ἰούδας
Κλῖνόν μοι τὸ φιλάγαθον οὖς σου, δεομένῳ Πανάμωμε, καὶ μὴ ἀπορρίψῃς τοῦ σοῦ με προσώπου, μηδὲ πόρρω πέμψῃς τῆς σῆς βοηθείας∙ δόλῳ γὰρ ὁ δόλιος, σπουδάζει ἀπολέσαι με, παραλόγοις πάθεσι, κινεῖ τὴν καρδίαν μου, σὺ δέ με συντήρησον, ὅλον τῆς αὐτοῦ βλάβης ἀμέτοχον.
φελος οὐδαμῶς ἐκ τῆς ὕλης, ὦ ψυχή μου γενήσεται, περὶ ἣν σπουδάζεις εἰς μάτην τοῦ βίου, περὶ ἣν ἐκτήκεις σαυτὴν ταῖς φροντίσι, πᾶσαν οὖν τὴν μέριμναν, ἐπίρριψον πρὸς Κύριον, τὸν κρῖναί σε μέλλοντα, καὶ δάκρυσι βόησον∙ Δέσποτα φιλάνθρωπε, σῶσόν με πρεσβείαις τῆς Τεκούσης σε.  
νομα εὐλαβείας Παρθένε, ἐμαυτῷ ἔξω θέμενος, παίγνιον πορνείας, ἐντὸς χρηματίζω, καὶ ἀλαζονείας, γέλως καθορῶμαι∙ θηρίοις γὰρ δυσίν, ὡς ἀντιμάχοις, παραδέχομαι ἐξ ἀπροσεξίας∙ διὰ τοῦτο ῥῦσαί με∙ σὺ γὰρ ἀγαλλίαμα, πέφυκας ψυχῆς μου καὶ πεποίθησις.
Δξα... Κανν... Σταυροθεοτοκον
ήματα ἐν τῷ τόκῳ σου Τέκνον, δι’ὧν χαροποιὰ πρῴην ἤκουον, προσεδόκων, χαρᾶς ἐμπλησθῆναι, καὶ χαροποιῆσαι, ψυχὰς τεθλιμμένας, ταῦτα δὲ πρὸς λύπην μετετράπη, τῇ σταυρώσει σου ἐναργῶς τὰ πράγματα∙ ἡ λύπη γὰρ τήκει με, καὶ θανεῖν προῄρημαι, πληρούσης τῆς λύπης τὴν καρδίαν μου.
πστιχα Σταυρσιμα
Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι.
Κρεμάμενος Ἀθάνατε ἐπὶ ξύλου, ἐθριάμβευσας τὰς παγίδας τοῦ διαβόλου, Κύριε δόξα σοι.
Μαρτυρικν  
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.
Δξα... Κανν... Σταυροθεοτοκον
Σμερον γρηγορεῖ ὁ Ἰούδας
Τέτρωμαι τῇ ῥομφαία τῆς λύπης, ἐν Σταυρῷ καθορῶσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γῆν στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα πόλον∙ βλέπω γὰρ γυμνὸν κατεσφαγμένον σε κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νῦν, αἱροῦμαι παμφίλτατε, φρῖξον γῆ καὶ σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα.
Μεττν α' Στιχολογαν
Καθσματα Σταυρσιμα. Ἦχος βαρὺς
δι' ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Δξα... Κανν... Σταυροθεοτοκον
Θεοτόκε ἀειπάρθενε, ἐν τῷ Σταυρῷ ὁρῶσα, τὸν Υἱόν σου κρεμάμενον, ὡς Μήτηρ θρηνῳδοῦσα, τὴν αὐτοῦ ἐμεγάλυνας, φοβερὰν συγκατάβασιν, ἀπειρόγαμε Δέσποινα.
Μεττν β' Στιχολογαν
Καθσματα Σταυρσιμα
Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας Χριστὲ τὸ τοῦ Σταυροῦ σου, καταφλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.
δι' ἡμᾶς τὴν ἑκούσιον, καταδεξάμενος σταύρωσιν, σύντριψον ἐχθρούς, μὴ εἰδότας σε Θεὸν ἀληθῆ, καὶ σῶσον ἡμᾶς.
Δξα... Κανν... Σταυροθεοτοκον
τε προσηλώθης βουλήσει, καὶ ὑψώθης τῷ Σταυρῷ σου, ἡ Θεοτόκος παρισταμένη ἔλεγε∙ Κύριε Κύριε, οὐδεμιᾷ γυναικὶ συνέβη τὸ ἄλγος μου, Θεόν σε ἐπίσταμαι ἐκ τῶν θαυμάτων, καὶ ἰδοὺ βλέπω σε, νεκρὸν ἐν ξύλῳ κρεμάμενον, ἀλλ' ἀνάστηθι, ὡς εἶπας, τριήμερος, ἵνα χαίρουσα, βοῶ σοι∙ δόξα σοι.
Μεττν γ' Στιχολογαν
Καθσματα τερα
τοῦ Ἀδὰμ τὸ κατάκριμα, ξύλῳ Σταυροῦ ἰασάμενος, ἴασαι ἡμῶν τὰ συντρίμματα τῶν καρδιῶν, καὶ σῶσον ἡμᾶς.
Μαρτυρικν
γιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων, δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
Δξα... Κανν... Σταυροθεοτοκον
σπόρως συνέλαβες, ἐν μήτρᾳ σου Παρθένε Θεοτόκε, ὄνπερ κατεῖδες ἐν Σταυρῷ κρεμάμενον∙ ἀπαύστως οὖν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κανν Σταυρσιμος, οὗ ἡ Ἀκροστιχς
Χριστὸς ξύλῳ πέπαυκε τὴν ξύλου βλάβην. Ἄσμα Ἰωσὴφ
δα' Ἦχος βαρς
Ὁ Εἱρμὸς
Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται.
Χριστὸς ὑψούμενος Σταυρῷ, πρὸς ἑαυτὸν πάντας εἵλκυσε πιστούς, καὶ κατέρραξεν ἐχθρόν, ἅπαντας τὸν καταπτώσαντα.
εῖθρον ζωῆς μοι Ἰησοῦ, ἐκ ζωηφόρου ἐπήγασας πλευρᾶς, καὶ ἐνέκρωσας ἐχθρόν, Δέσποτα νεκρὸς γενόμενος.
Μαρτυρικ
κετηρίαν τῷ Χριστῷ, ὑπὲρ ἡμῶν οἱ Ἀθλοφόροι ἐκτενῆ, προσηνέγκατε φρικτῆς, ἅπαντας ῥυσθῆναι κρίσεως.
Σοβαρευόμενον ἐχθρόν, ταπεινωθέντες ὑμεῖς διὰ Χριστόν, κατεπτώσατε σοφοί, Μάρτυρες τῇ θείᾳ χάριτι.
Σταυροθεοτοκον
Τὸν ἀνατείλαντα ἐκ σοῦ, ὑπερβολῇ εὐσπλαγχνίας, ἐν Σταυρῷ καθορῶσα, θρηνῳδεῖς, Δέσποινα τοῦτον δοξάζουσα.  
τερος, τς περαγας Θεοτκου
Ὁ Εἱρμὸς
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.
ς τερπνότατον ᾀσμάτων, ᾠδὴν θεοτερπῆ, εὐχαριστίας ἕνεκα προσφέρομεν, τὸ Χαῖρέ σοι Ἁγνή, ὅτι ἐκ θλίψεως χαράν, ἡμῖν ἑβράβευσας.
Τοῦ ἐλέους σου τὴν χάριν, καὶ τῆς σκέπης τὴν ἰσχύν, οὐ σιωπῶμεν Παρθένε πανύμνητε, κηρύττομεν δὲ νῦν, ὅτι κινδύνων χαλεπῶν, ἡμᾶς διέσωσας.
κ ποικίλων λυτρωθέντες, πειρασμῶν καὶ συμφορῶν, ταῖς μητρικαῖς σου πρεσβείαις Πανύμνητε, ψάλλομεν θερμῶς, εὐχαριστίας σοι φωναῖς, ᾠδὴν ἐπινίκιον.
Κροσσωτοῖς κεχρυσωμένη, ὡς χρυσοῖς ταῖς ἀρεταῖς, καὶ ταῖς τοῦ Πνεύματος χάρισι Πάναγνε, ὡς νύμφη τοῦ Πατρός, ὡραϊσθεῖσα ἀληθῶς, ἐδείχθης Μήτηρ Θεοῦ.
δγ'
Ὁ Εἱρμὸς
στερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία∙ καὶ γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα∙ Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.
ἀπαθὴς κατ' οὐσίαν, πῶς πάθος ὑπέστης; ὁ τὴν ζωήν μοι ἐμπνέων, πῶς θνῄσκεις ἐν ξύλῳ; Μέγα σου τὸ ἔλεος, καὶ ἡ μακροθυμία σου.
Σταυρῷ λῃστῶν μέσον Λόγε, ἀδίκως ἀνυψώθης, καὶ ἐδικαίωσας πίστει, τὸν σὲ ἐπεγνωκότα, Κτίστην πάσης κτίσεως, ἐθελουσίως πάσχοντα.
Μαρτυρικ
Ξέσεις σαρκὸς καρτεροῦντες, χειρῶν τε ἀφαιρέσεις, καὶ τῶν ποδῶν καὶ παντοίων, μελῶν Ἀθλοφόροι, δόξης ἐπετύχετε, ὑπὲρ ἡμῶν πρεσβεύοντες.
περβολῇ τῶν βασάνων, ἐνθέως λαμπρυνθέντες, τὴν ὑπερβάλλουσαν δόξαν, Σοφοὶ νῦν κληροῦσθε, πάντοτε πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκον
Λύσιν ἡμῖν ὀφλημάτων, ἁγνὴ Παρθένε δίδου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἡ τὸν Σταυρῷ παγέντα, ἄνθρωπον γενόμενον, Θεὸν Λόγον κυήσασα.
τερος, τς Θεοτκου
Ὁ Εἱρμὸς
οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε.
Τὸ τῆς χαρᾶς, τῆς θείας μεγαλεῖον, ὡς παροχὴν ἡμῖν τῆς σωφροσύνης, εὐχαριστίας φωναῖς, προφθάσωμεν εὐσεβῶς, χαιρετίζοντες αὐτήν, ὡς προστασίαν ἡμῶν.
Οἱ διὰ σοῦ, ῥυσθέντες τῶν κινδύνων, καὶ διὰ σοῦ χαρᾶς ἐπιτυχόντες, Μήτηρ ἀνύμφευτε, ὡς δοτῆρα ἀγαθήν, καὶ προστάτιν εὐκλεῆ, πάντες δοξάζομεν.
Καταλλαγήν, πταισμάτων καὶ κινδύνων, τὴν θεϊκὴν πρεσβείαν σου πλουτοῦντες, Μήτηρ Χριστοῦ του Θεοῦ, ὡς αἰτίαν ἀγαθῶν, ἀνυμνοῦμεν σε πιστῶς, εὐχαριστίας φωναῖς.
τῆς χαρᾶς, πηγὴ τῆς ἀθανάτου, βρύεις χαρᾶς τὰ ῥεῖθρα ἰαμάτων τοῖς κινδυνεύουσι, καὶ σῷζεις πάντας Ἁγνή, ὡς ἀέναος ἡμῶν, ἀγαθοδότις Θεοῦ.
δδ'
Ὁ Εἱρμὸς
Εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε.
ραιότατος καθάπερ βότρυς, Σταυρῷ ὑψώθης, εὐφροσύνης γλεῦκος Δέσποτα, ἐναποστάξας φιλάνθρωπε.
Πολυώδυνα ἀνθρώπων πάθη, ἔπαυσας Λόγε, πάθος Δέσποτα ἑκούσιον, ἐν τῇ σαρκί σου δεξάμενος.
Μαρτυρικ
τραυμάτισαν τῷ τραυματοῦσθαι, οἱ Ἀθλοφόροι, τὸν πολέμιον καὶ ὤφθησαν, ἰατροὶ τῶν παθημάτων ἡμῶν.
Παρετάξαντο πρὸς τοὺς τυράννους, οἱ Ἀθλοφόροι, καὶ νικήσαντες ἐστέφθησαν, νικητικοῖς διαδήμασι.
Σταυροθεοτοκον
πεκύησας ἄνευ σπορᾶς, Παρθένε τὸν Λόγον, τὸν Σταυρῷ ἐξαφανίσαντα, τὴν φθορὰν ἀγαθότητι.
τερος, τς Θεοτκου
Ὁ Εἱρμὸς
κάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός, ἐν τῇ σῇ οἰκονομίᾳ, ἡ ἀρετὴ τῆς ἀφράστου, σοφίας σου Φιλανθρωπε.
πάξιόν σοι ᾠδήν, τὸ Χαῖρε Ἁγνή, οἱ ῥυσθέντες τῶν κινδύνων, ταῖς σαῖς πρεσβείαις Παρθένε, γηθόμενοι προσάγομεν.
πήγειρον καθ' ἡμῶν, κινδύνους πολλούς, τῶν παθῶν αἱ ἁμαρτίαι∙ ἀλλὰ ἡ θεία σου σκέπη, ἡμᾶς Ἁγνὴ ἐρρύσατο.
Εὐχάριστόν σοι ᾠδήν, ψυχῆς ταῖς χερσίν, ἐπισείομεν Παρθένε, τοῖς θείοις ὕμνοις σκιρτῶντες, ἐκ θλίψεως ῥυσθέντες πολλῆς.
Μακάριοι ἀληθῶς, οἱ σέβοντές σε Θεοτόκε Παναγία, ὅτι ἐν σοὶ ἁμαρτίας, καὶ θλίψεως ἐρρύσθημεν.
δε'
Ὁ Εἱρμὸς
ρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε.
ψούμενος Δέσποτα ἐν ξύλῳ σαρκί, τὴν κτίσιν πᾶσαν, ἐκ βαράθρων χαλεπῶν, τῆς ἀγνωσίας εἵλκυσας, πρὸς γνῶσίν σου φιλάνθρωπε.
Κρανίου σε τόπῳ ἐξῃτήσαντο, λαὸς ἄνομος, σταυρωθῆναι Ἰησοῦ, τὴν κάραν τὴν ὀλέθριον, τοῦ ὄφεως συντρίβοντα.
Μαρτυρικ
στήσατε δυσσεβείας ῥεύματα, Χριστοῦ Μάρτυρες, θείοις αἵμασιν ὑμῶν, καὶ Φαραὼ τὸν τύραννον, ἐν τούτοις ἀπεπνίξατε.
Τοῖς ὄνυξιν ἀφειδῶς ξεόμενοι, ἐσπαράξατε, τοῖς ἐλέγχοις Ἀθληταί, καρδίας ματαιόφρονας, καὶ νικηταὶ γεγόνατε.
Σταυροθεοτοκον
γίασεν ὁ Θεὸς τὴν μήτραν σου, ἁγία Σεμνή, κατοικήσας ἐν αὐτῇ, καὶ ἐν Σταυρῷ ὑψούμενος, τὴν κτίσιν συνανύψωσε.
τερος, τς Θεοτκου
Ὁ Εἱρμὸς
Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός.
Τῆς ἁμαρτίας ἀναίρεσιν πιστῶν, Παρθένε τέτοκας, καὶ ἐκ κινδύνων καὶ πόνων, διεσώθη ὁ κόσμος∙ διὸ τὸ Χαῖρέ σοι, καὶ ἡμεῖς ἐκβοῶμεν, ῥυσθέντες ἐκ θλίψεως.
Κατασχεθέντες ποικίλοις πειρασμοῖς, ἄχραντε Δέσποινα, καὶ ἀθυμίᾳ καὶ θλίψει, καὶ δεινῇ περιστάσει, ἀπογνωσθέντες ἡμεῖς, εὐφροσύνης ἐλπίδα, σὲ ἐπλουτήσαμεν.
ς σωτηρίας φύλαξ τῶν πιστῶν, καὶ οἰκετῶν σου Ἁγνή, ἀποδιώκεις κινδύνους, καὶ φρουρεῖς ἀπημάντους∙ διὸ οἱ μέτοχοι, τῶν πολλῶν ἀγαθῶν σου, εὐχαριστοῦμεν ᾠδαῖς.
Εὐχαριστοῦμέν σοὶ ῥυσθέντες διὰ σοῦ, ἁμαρτημάτων πολλῶν, καὶ ἀσθενείας καὶ πόνων, καὶ κινδύνων χαλεπῶν, ἄχραντε Δέσποινα, ἡ ἐλπὶς ἡ βεβαία, τῶν πιστῶν σου οἰκετῶν.
δς'
Ὁ Εἱρμὸς
Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν∙ Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.
Νοσήσασαν τῶν ἀνθρώπων τὴν φύσιν, ἐπέφανας διὰ σπλάγχνα ἐλέους, ἰατρὲ τῶν νοσούντων, καὶ ἰάσω τῷ Σταυρῷ καὶ τῷ πάθει σου.
Ξύλῳ τὸ πρὶν ὁ Ἀδὰμ κατεκρίθη, ξύλῳ δὲ νῦν τοῦ Σταυροῦ δικαιοῦται, τὴν εἴσοδον λαμβάνων, Παραδείσου καὶ τρυφῆς τὴν ἀπόλαυσιν.
μνοῦμέν σε τὸν Σταυρῷ ὑψωθέντα, δοξάζομεν τὸν ἀκάνθαις στεφθέντα, καὶ δόξῃ στεφανοῦντα, τοὺς ἀνθρώπους Βασιλεῦ ὑπεράγαθε.
Μαρτυρικ
Λυμαντικὴν ἀπωσάμενοι βλάβην, οἱ Ἀθληταὶ τῆς εἰδωλομανίας, βασάνοις ὁμιλοῦντες καὶ θανόντες, σὺν Χριστῷ βασιλεύουσιν.
Οὐ διωγμός, οὐ λιμός, οὐ γυμνότης, οὐ κίνδυνοι, οὐδὲ θάνατος ὅλως, τοὺς θείους Ἀθλοφόρους, τῆς ἀγάπης τοῦ Χριστοῦ διεχώρισαν.
Σταυροθεοτοκον
μνολογεῖς τὸν ἐκ σοῦ σαρκωθέντα, καὶ θρηνῳδεῖς, ἐν Σταυρῷ ὑψωθέντα, αὐτὸν κατανοοῦσα, Μητροπάρθενε ἁγνὴ παναμώμητε.
τερος τς Θεοτκου
Ὁ Εἱρμὸς
Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε.
γγέλων γλῶσσαι Κόρη, τὰ σὰ ἐγκώμια, ἀνακηρύττειν οὐ σθένουσιν Ἁγνή, ἡμεῖς δὲ νῦν δουλικῶς, δανεισάμενοι τὸ Χαῖρε, τοῦ Γαβριὴλ προσφέρομεν.
Εἰς βάθος ἀθυμίας, καὶ περιστάσεως, ταῖς ἁμαρτίαις ἡμῶν, πεπτωκότες ἐρρύσθημεν, διὰ σοῦ τῆς ἀνάγκης τῶν κινδύνων, Παρθένε Θεοτόκε Ἁγνή.
πόχρεων εἰργάσω, πάντα τὸν κόσμον Ἁγνή, εὐχαριστεῖν καὶ αἰνεῖν καὶ δοξάζειν, τὴν χάριν σου εὐσεβῶς∙ διὰ σοῦ γὰρ τῶν κινδύνων, καὶ θλίψεων λυτρούμεθα.
ν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ φανερῶς καὶ κρυπτῶς, ἐπὶ τὴν σὴν καταφεύγομεν, πάντες βοήθειαν, Παναγία Θεοτόκε Ἁγνή, καὶ σεπτῶς σε γεραίρομεν.
δζ'
Ὁ Εἱρμὸς
Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες∙ ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.
Βάρος κουφίζων, τῶν ἀνομιῶν μου, μέσον, ἀνόμων ἀνήρτησαι, ἐπὶ Σταυροῦ Ἰησοῦ ὑπεράγαθε, ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπεράγαθος.
Λόγχῃ ἐνύγης, τὴν θείαν πλευράν σου, καὶ τῆς πλευρᾶς τὸ ὀλίσθημα, ἐπανορθώσω∙ φλογίνῃ ῥομφαίᾳ δέ, διδόναι μοι εἴσοδον, Παραδείσου, Σῶτερ προστάττεις πάντοτε.
Μαρτυρικ
στρα ἐν ὕψει, τεθεμελιωμένα, τῆς Ἐκκλησίας οἱ Ἅγιοι, γεγενημένοι τὴν κτίσιν αὐγάζουσιν, ἄθλων ταῖς λαμπρότησι, καὶ τῶν ἰαμάτων φαιδρότησι.
Βίβλος προσφέρει, ἀεὶ γεγραμμένους, ζώντων Κυρίου τοὺς Μάρτυρας, τὰ γεγραμμένα Θεοῦ δικαιώματα, προθύμως φυλάξαντας, καὶ ἐνηθληκότας στερρότατα.
Σταυροθεοτοκον
Παναγία, πανάγιον Λόγον, τὸν ἐξ αὐτῆς ἀνατείλαντα, ἐν τῷ ἁγίῳ Σταυρῷ ἀνυψούμενον, καὶ καθαγιάζοντα τοὺς ἀνθρώπους, ὁρῶσα ἐπωδύρετο.
τερος, τς Θεοτκου
Ὁ Εἱρμὸς
Τοὺς ἐν Καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν ∙ Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τὸ Χαίρειν εὐχαρίστως σοι προσφέρομεν, πάσης δυσχερείας διὰ σοῦ, Μήτηρ Θεοῦ ὡς ἀληθῶς λελυτρωμένοι καὶ συμφώνως κράζοντες, ἐν εὐφροσύνῃ καὶ χαρᾷ, σὲ μεγαλύνομεν.
Ηὐλίσθημεν ἑσπέρας, κλαυθμῷ πολλῷ, ἐπὶ τῇ προσδοκίᾳ τῶν κακῶν, ἀλλὰ τὴν σὴν θεοπρεπῆ σκέπην Παρθένε, δεηθέντες εὕρομεν, ἀγαλλίασιν καὶ λύσιν, ἀπάσης θλίψεως.
ς θεῖον καταφύγιον, τὴν σκέπην σου, πάντες κεκτημένοι πρὸς Θεόν, ἐν πειρασμοῖς καὶ διωγμοῖς, καὶ ἁμαρτίαις, ἐπὶ σοὶ προσπίπτομεν, καὶ διὰ σοῦ ἀπαλλαγήν, πλουτοῦμεν Ἄχραντε.
Τὴν χάριν τῆς πρεσβείας σου κηρύττομεν, στόματι καὶ πνεύματι ἀεί, ὡς δι' αὐτῆς καὶ πειρασμῶν καὶ τυραννίδος, καὶ βαρείας θλίψεως, καὶ παντοίων παθῶν, οἱ δοῦλοί σου λυτρούμενοι.
δη'
Ὁ Εἱρμὸς
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεκρόν με ἔδειξε, τὸ τῆς γνώσεως ξύλον, σὺ δὲ Χριστέ μου νεκρωθεὶς ἐπὶ ξύλου, ἐζώωσας καὶ ἐφώτισας ψάλλειν∙ Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
κάνθαις ἔστεψεν, ὁ παράνομος δῆμος, σὲ Βασιλεῦ παρακοῆς ἐκριζοῦντα, τὴν ἄκανθαν, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ ὕψωσε Σταυρῷ, τὸν πάντας ἐκ τοῦ βάθους, ἑλκύσαντα τῆς πλάνης.
Συνέσει τείναντα, οὐρανούς σε τανύει, ἐπὶ τοῦ ξύλου ὁ λαὸς ὁ ἀγνώμων, ἰώμενον τὰς ἡμῶν ἁμαρτίας, τῷ πάθει σου Σωτήρ, καὶ παύσαντα τοὺς πόνους, τοῖς ἐκ τῶν ἥλων πόνοις.
Μαρτυρικν
Μαρτύρων λείψανα, εὐωδίαν θαυμάτων, τοῖς προσιοῦσιν ἀδιστάκτῳ καρδίᾳ, ἐκπέμπουσι, καὶ παθῶν δυσωδίαν, διώκουσιν ἀεί, καὶ πᾶσιν εὐρωστίαν, ἐνθέως χορηγοῦσι.
Σταυροθεοτοκον
γίων τάγματα, λιτανεύουσι Κόρη, τὸν ἐκ γαστρός σου προελθόντα Δεσπότην, τὸν δείξαντα, ἐν Σταυρῷ τούτοις τρίβον, ἀθλήσεως Ἁγνή, καὶ σὲ δοξολογοῦσιν, ὡς πάντων Βασιλίδα.
τερος, τς Θεοτκου
Ὁ Εἱρμὸς
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
ς λυτρωθέντες καταιγίδος, ἁμαρτίας καὶ παθῶν καὶ πειρασμῶν, ταῖς σαῖς πρεσβείαις ἀγαθή, Θεοτόκε εὐχαρίστῳ φωνῇ, τὸ Χαῖρέ σοι βοῶμεν, ὡς διὰ σοῦ ἐκ θλίψεως, εἰς χαρὰν μετελθόντες.
ν τῇ ὀδύνῃ τῶν κινδύνων, κεκραγότας οὐ παρεῖδες Ἀγαθή, ἀλλὰ δεήσεως πτωχῆς, ἐπακούσασα ἐρρύσω ἡμᾶς, ἐκ θλίψεως μεγάλης∙ ὅθεν πιστῶς τὴν σὴν πρεσβείαν, Ἁγνὴ ἀνυμνοῦμεν.
μαρτημάτων καὶ πταισμάτων, ἡ αἰτία νῦν ἐπήγειρεν ἡμῖν, θλίψεις κινδύνων καὶ παθῶν, καὶ ἀνθρώπων πειρασμοὺς ἀπηνεῖς, ταῖς σαῖς Θεοκυῆτορ, θείαις λιταῖς ἐρρύσθημεν, ἐξ ἐχθρῶν παραδόξως.
Οἱ οἰκτιρμοί σου ἐπὶ πάντας, ἀενάως καταπέμπονται Χριστέ, ἀγαθοδότως ἀληθῶς, ταῖς πρεσβείαις τῆς Τεκούσης σε∙ ἐν ταύτῃ γὰρ πλουτοῦμεν, Χριστιανοὶ τὸ ἔλεός σου, Σωτὴρ ἐλεῆμον.
δθ'
Ὁ Εἱρμὸς
Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, ᾠδαῖς πάντες σε πιστοὶ μεγαλύνομεν.
κρίῳ σε, ἀνυψωθέντα ὡς ἑώρα, Βασιλεῦ τῶν ἁπάντων ὁ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τὸ τοῦ ναοῦ, ἐρράγη, ἡ φαιδρότης Ἰησοῦ παντοδύναμε.
ρυξάν σου, χεῖρας, οἱ ἄνομοι καὶ πόδας, καὶ πλευρὰν ζωηφόρον, ἐκέντησαν τῇ λόγχῃ, καὶ χολὴν καὶ ὄξος σε, ἐπότισαν Οἰκτίρμον, τοῦ παντὸς τὸν γλυκασμόν καὶ Θεὸν ἡμῶν.
Μαρτυρικ
Συνέτριψαν, τοῦ ἀρχεκάκου τὰς παγίδας, συντριβόμενοι πάσαις, ἰδέαις τῶν βασάνων, καὶ στεφανηφόροι τῇ νίκῃ γεγονότες, οἱ γενναῖοι Ἀθληταὶ μακαρίζονται.
γίασαν, τῇ καταθέσει τῶν λειψάνων, πᾶσαν γῆν οἱ Ἀθλοφόροι καὶ ἔπαυσαν τὰς κνίσσας, τῶν εἰδωλοθύτων, πυρὶ προσομιλοῦντες, καὶ ἐν τούτῳ μυστικῶς, ὁλοκαυτούμενοι.
Σταυροθεοτοκον
Φιλάγαθε, τῶν Χερουβεὶμ ἁγιωτέρα, ἡ Θεοῦ Θεὸν Λόγον σαρκί, ἀποτεκοῦσα, τὸν ἀνυψωθέντα σαρκὶ Σταυρῷ ἐθελουσίως, ὑπὲρ πάντων ἐκτενῶς, τοῦτον πρέσβευε.
τερος, τς Θεοτκου
Ὁ Εἱρμὸς
σπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόνου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διὸ σὲ αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν.
Τὸ Χαῖρε ἐπαξίως σοι, μετὰ φωνῆς ἀλαλαγμοῦ, Παρθένε νῦν προσφέρομεν, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ῥυσθέντες ἐκ ποικίλων πειρασμῶν, Θεοτόκε ταῖς πρεσβείαις σου.
Χαρὰ καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη θεϊκή, Παρθένε ἀπειρόγαμε ἡμῖν ἐπλήθυνε Θεοῦ∙ ἰδοὺ γὰρ οἱ πενθοῦντες χαλεπῶς, ἀγαλλόμεθα πρεσβείαις σου.
Θυσίαν σοι αἰνέσεως, θύω καὶ γλώσσῃ καὶ φωνῇ, ᾠδὴν εὐχαριστήριον, ἀποδιδούς σοι ἐκτενῶς, Παρθένε ὡς ηὐξάμην διὰ σοῦ, ἐν ἡμέρᾳ ῥυσθεὶς ἐκ θλίψεως.
Συγχαίρομέν σοὶ Ἄχραντε, τῷ θείῳ τόκῳ εὐσεβῶς, χαρὰν ἡμῖν ἔβλυσας, ἐκ θλίψεως καὶ πειρασμοῦ∙ διό σοι εὐχαρίστως καὶ ἡμεῖς, τὴν ᾠδὴν ἀποπληροῦμεν.
πστιχα τν Ανων, Σταυρσιμα
Δεσπότης ὢν φιλάνθρωπε Ζωοδότα, ἐξηγόρασας διὰ Σταυροῦ σου τὴν οἰκουμένην, Κύριε δόξα σοι.
Σταυρῷ προσηλώθη, ἡ ἄμπελος ἡ ἀληθινή, ἐτρύγησαν τὰ ἔθνη, Παράδεισον μετὰ Λῃστοῦ. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς βασιλείας, ὁ παθὼν δι' ἡμᾶς, Κύριε δόξα σοι.
Μαρτυρικν
Τὴν μνήμην τῶν ἁγίων σου, Ἀθλοφόρων ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν Χριστὲ βοῶντες∙  Κύριε δόξα σοι.
Δξα... Κανν... Σταυροθεοτοκον
Σμερον γρηγορεῖ ὁ Ἰούδας
Σταύρωσιν καὶ σφαγὴν ὡς κακοῦργος, κατεδέξω Μακρόθυμε, ἵνα πεπτωκότας ἡμᾶς διὰ ξύλου, πάλιν διὰ ξύλου Σταυροῦ σου ὑψώσῃς, ἀλλ' ἡ τετοκυῖά σε Παρθένος ἐξεπλήττετο, νεκρὸν καθορῶσά σε, καὶ στένουσα ἔκραζεν ∙ Ὢ μανία ἄδικος! πῶς κτείνουσιν ἄνομοι τὸν Δίκαιον;
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
ραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ∙ Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
ώμενος τοῦ Ἀδὰμ τὸ ἄλγος, ὃ ὑπέστη ἐχθροῦ συμβουλῇ, ὑψώθης ἐπὶ ξύλου Βασιλεῦ, καὶ ἄλγος καθυπέστης, χεῖρας καὶ πόδας, ἡλωθείς∙ ὅθεν σου δοξάζομεν, Λόγε τὸ μακρόθυμον.
ν μέσῳ σε τῶν ἀνόμων δῆμος, τῶν Ἑβραίων ἐσταύρωσε, τὸν μόνον Νομοδότην Λυτρωτά, πάσης παρανομίας, ἐκλυτρούμενον Χριστέ, γένος τὸ ἀνθρώπινον∙ ὅθεν ἀνυμνοῦμέν σε.
Μαρτυρικν
Τὰ στίγματα τῶν πολλῶν βασάνων, ὡς τερπνὰ ὡραΐσματα, προσφέροντες οἱ θεῖοι Ἀθληταί, κόσμος τῆς Ἐκκλησίας, ἐγνωρίσθησαν φαιδρός, πάντοτε πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Δξα...
Διάσωσον ὦ Τριὰς ἁγία, τοὺς σοὺς δούλους ὑμνοῦντάς σε, δυνάμωσον ἰσχύϊ τοῦ Σταυροῦ, καὶ πρὸς τὴν ἄνω Πόλιν, βαίνειν ὁδήγησον ἡμᾶς, ἔνθα καὶ γενόμενοι, εὕροιμεν τὸ ἔλεος.
Κανν... Σταυροθεοτοκον
Μὴ ἔχοντα καθορῶσα εἶδος, οὐδὲ κάλλος Χριστέ, σὲ σαρκὶ ὑψούμενον ἐν ξύλῳ τοῦ Σταυροῦ, ἡ πάναγνος Παρθένος, ἀνεβόα ὀδυνηρῶς∙ Οἴμοι! πῶς σε ἄνομοι, Τέκνον κατεσπάραξαν;